ΟΣΙΟΣ ΘΕΟΦΥΛΑΚΤΟΣ 08 ΜΑΡΤΙΟΥ
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος γ’. Θείας πίστεως.
Φύλαξ ἄγρυπνος, τῆς Ἐκκλησίας, καὶ καθαίρεσις, τῆς δυασεβείας, Ἱεράρχα Θεοφύλακτε πέφηνας, τοῦ γὰρ Χριστοῦ τὴν Εἰκόνα σεβόμενος, ὑπερορίας καὶ θλίψεις ὑπέμεινας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.
Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. β’. Λαθῶν ἐτέχθης ὑπό τό σπήλαιον.
Λαθῶν ἐβίωσας Παναοίδιμε, ἀλλ᾽ ὁ Χριστός σέ πᾶσιν ἀνέδειξεν, ὡς φωστῆρα φθεγγόμενον, λυχνίαν ἐπιθείς τήν νοητήν, καί πλάκας ἐνεχείρισε, δογμάτων τῶν τοῦ Πνεύματος, δι᾽ ὧν καταύγασον ἡμᾶς.
Κοντάκιον
Ἦχος β’. Τούς ἀσφαλεῖς.
Ὡς ἀῤῥαγῆ, Ὀρθοδοξίας πρόμαχον, καί ἰσχυρόν, κακοδοξίας ἔλεγχον, εὐφημοῦμεν και βοῶμέν σοι, Ἱερομύστα Θεοφύλακτε, ἐκ πάσης ἐπηρείας διαφύλαττε, τοὺς πίστει ἑορτάζοντας τήν μνήμην σου, πρεσβεύων σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Негізгі бет ΟΣΙΟΣ ΘΕΟΦΥΛΑΚΤΟΣ 08 ΜΑΡΤΙΟΥ
Пікірлер